Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.301 Joseph. AJ 3.306 (English) >>Joseph. AJ 3.310

3.304ἔτι τε καρποὺς ὧν ἔφερεν γῆ κομίζοντες τῇ τε τούτων εὐπρεπείᾳ καὶ τῷ πλήθει τῶν ἀγαθῶν, τὴν γῆν ἔχειν διηγοῦντο, πολεμεῖν ἐπαίροντες τὸ πλῆθος, φοβοῦντες δὲ πάλιν αὐτὸ τῷ τῆς κτήσεως ἀπόρῳ ποταμούς τε διαβῆναι λέγοντες ἀδυνάτους ὑπὸ μεγέθους ἅμα καὶ βάθους καὶ ὄρη ἀμήχανα τοῖς ὁδεύουσι καὶ πόλεις καρτερὰς τείχεσι καὶ περιβόλων ὀχυρότητι· 3.305ἐν δʼ Ἐβρῶνι καὶ τῶν γιγάντων ἔφασκον τοὺς ἀπογόνους καταλαβεῖν. καὶ οἱ μὲν κατάσκοποι τεθεαμένοι πάντων οἷς μετὰ τὴν ἔξοδον τὴν ἀπʼ Αἰγύπτου ἐνέτυχον μείζω τὰ κατὰ τὴν Χαναναίαν αὐτοί τε κατεπλάγησαν καὶ τὸ πλῆθος οὕτως ἔχειν ἐπειρῶντο. 3.306

Οἱ δὲ ἄπορον ἐξ ὧν ἠκροάσαντο τὴν κτῆσιν τῆς γῆς ὑπελάμβανον καὶ διαλυθέντες ἐκ τῆς ἐκκλησίας σὺν γυναιξὶ καὶ παισὶν ὀλοφυρόμενοι διῆγον, ὡς οὐδὲν ἔργῳ τοῦ θεοῦ βοηθοῦντος λόγῳ δὲ μόνον ὑπισχνουμένου. 3.307καὶ τὸν Μωυσῆν πάλιν ᾐτιῶντο καὶ κατεβόων αὐτοῦ καὶ τοῦ ἀδελφοῦ Ἀαρῶνος τοῦ ἀρχιερέως καὶ πονηρὰν μὲν καὶ μετὰ τῶν εἰς τοὺς ἄνδρας βλασφημιῶν διάγουσι τὴν νύκτα. πρωῒ δʼ εἰς τὴν ἐκκλησίαν συντρέχουσι, διʼ ἐννοίας ἔχοντες καταλεύσαντες τόν τε Μωυσῆν καὶ τὸν Ἀαρῶνα ἐπὶ τὴν Αἴγυπτον ὑποστρέφειν. 3.308

Τῶν δὲ κατασκόπων Ἰησοῦς τε Ναυήχου παῖς φυλῆς Ἐφραιμίτιδος καὶ Χάλεβος τῆς Ἰούδα φυλῆς φοβηθέντες χωροῦσιν εἰς μέσους καὶ τὸ πλῆθος κατεῖχον θαρσεῖν δεόμενοι καὶ μήτε ψευδολογίαν κατακρίνειν τοῦ θεοῦ μήτε πιστεύειν τοῖς ἐκ τοῦ μὴ τἀληθῆ περὶ τῶν Χαναναίων εἰρηκέναι καταπληξαμένοις, ἀλλὰ τοῖς ἐπὶ τὴν εὐδαιμονίαν καὶ τὴν κτῆσιν αὐτοὺς τῶν ἀγαθῶν παρορμῶσιν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.301 Joseph. AJ 3.306 (English) >>Joseph. AJ 3.310

Powered by PhiloLogic